Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 7.446 | Joseph. BJ 7.451 (English) | >>Joseph. BJ 7.455 |
7.449οὐ μὴν κατʼ ἐλπίδα τῷ Κατύλλῳ τὸ σκευώρημα προεχώρησεν · ἧκε μὲν γὰρ εἰς τὴν Ῥώμην τοὺς περὶ τὸν Ἰωνάθην ἄγων δεδεμένους καὶ πέρας ᾤετο τῆς ἐξετάσεως εἶναι τὴν ἐπʼ αὐτοῦ καὶ διʼ αὐτοῦ γενομένην ψευδολογίαν .
7.450Οὐεσπασιανὸς δὲ τὸ πρᾶγμα ὑποπτεύσας ἀναζητεῖ τὴν ἀλήθειαν καὶ γνοὺς ἄδικον τὴν αἰτίαν τοῖς ἀνδράσιν ἐπενηνεγμένην τοὺς μὲν ἀφίησι τῶν ἐγκλημάτων Τίτου σπουδάσαντος , δίκην δʼ ἐπέθηκεν Ἰωνάθῃ τὴν προσήκουσαν · ζῶν γὰρ κατεκαύθη πρότερον αἰκισθείς .
7.451
-- -- δείμασι γὰρ ἐξεταράττετο καὶ συνεχῶς ἐβόα βλέπειν εἴδωλα τῶν ὑπʼ αὐτοῦ πεφονευμένων ἐφεστηκότα · καὶ κατέχειν αὑτὸν οὐ δυνάμενος ἐξήλλετο τῆς εὐνῆς ὡς βασάνων αὐτῷ καὶ πυρὸς προσφερομένων .
7.453τοῦ δὲ κακοῦ πολλὴν ἀεὶ τὴν ἐπίδοσιν λαμβάνοντος καὶ τῶν ἐντέρων αὐτῷ κατὰ διάβρωσιν ἐκπεσόντων , οὕτως ἀπέθανεν , οὐδενὸς ἧττον ἑτέρου τῆς προνοίας τοῦ θεοῦ τεκμήριον γενόμενος , ὅτι τοῖς πονηροῖς δίκην ἐπιτίθησιν .
7.454
Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 7.446 | Joseph. BJ 7.451 (English) | >>Joseph. BJ 7.455 |